γᾶ

γᾶ
γᾱ, γαῑα (γᾶς, γᾶν. γαῖα), γαίας, γαίᾳ, γαῖαν; γαίας)
a earth, soil, surface of the earth

τὰ δ' ἐν τᾷδε Διὸς ἀρχᾷ ἀλιτρὰ κατὰ γᾶς δικάζει τις O. 2.59

τὸν κρύψαν ἔνερθ' ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος σάματι P. 9.81

μεταμειβόμενοι δ' ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ Δὶ νέμονται, τὰν δ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας N. 10.56

ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐώνN. 10.87

κατὰ γαἶ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν O. 6.14

θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι ξείνια” (= βώλακα δαιμονίαν v. 37) P. 4.21

ἀνὰ βωλακίας δ' ὀρόγυιαν σχίζε νῶτον γᾶς P. 4.229

γᾶς ὀμφαλὸν παρ' ἀοίδιμον (byz.: γαίας codd.) P. 8.59 cf.

Πυθῶνά τε καὶ ὀρθοδίκαν γᾶς ὀμφαλὸν κελαδήσετ P. 11.10

&

γᾶς παρ' ὀμφαλὸν εὐρύν Pae. 6.120

φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν N. 1.68

γαῖα δ' ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν μάντιν N. 10.8

γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις i. e. in earthenware jars N. 10.35

θνατὰ μεμνάσθω περιστέλλων μέλη καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος N. 11.16

ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων sc. Poseidon I. 4.19

ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος; Pae. 9.19

Καινεὺς σχίσαις ὀρθῷ ποδὶ γᾶν when he was driven into the ground by the Centaurs Θρ. 6. 9. opp. to heaven, (ἡ δὲ διάνοια πέτεται κατὰ Πίνδαρον) τᾶς τε γᾶς ὑπένερθε οὐρανοῦ θ' ὕπερ Plat., Theaet., 173 E = fr. 292. cf. N. 10.87 opp. to sea,

γᾶν τε καὶ πόντον κατ' ἀμαιμάκετον P. 1.14

ἐπῇεν γᾶν τε καὶ θάλασσαν fr. 51a. 2.
b land, country

ἐς γαῖαν πορεύειν θυμὸς ὥρμα Ἰστρίαν νιν O. 3.25

εἶπέ τιν' αὐτὸς ὁρᾶν αὐξομέναν πεδόθεν πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις Rhodes O. 7.63 διὰ γαῖαν τρίχα δασσάμενοι Rhodes O. 7.75 θύγατρ' ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις from Elis O. 9.58

Ζεῦὃς τοῦτ' ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον P. 1.30

φαμὶ γὰρ τᾶσδ' ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν ἀστέων ῥίζαν φυτεύσεσθαι” Thera P. 4.14νώτων ὕπερ γαίας ἐρήμων” P.4.26. “ποίαν γαῖαν, ὦ ξεῖν, εὔχεαι πατρίδ' ἔμμεν;” P.4.97. “οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων” Iolkos P.4.118. προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων the land of the Lapithai P. 4.290

καὶ γᾶν φράδασε N. 3.26

νιν ἀσπάζοντο φωνᾷ γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς ἄλσος I. 2.27

ναίω Θραικίαν γαῖαν ἀμπελόεσσάν τε καὶ εὔκαρπον Pae. 2.25

Μολοσσίδα γαῖαν ἐξίκετ' Pae. 6.109

]γαῖαν τιμ[ fr. 60a. 4. pl.,

υἱὸς Ἀλκμήνας, ὃς Οὐλυμπόνδ' ἔβα, γαίας τε πάσας καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ I. 4.55

c pro pers., Earth

Οὐρανὸς δ' ἔφριξέ νιν καὶ Γαῖα μάτηρ O. 7.38

Ναὶς Κρέοισ' ἔτικτεν, Γαίας θυγάτηρ P. 9.17

ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου Γᾶς ἀέθλοις (at Athens Σ, at Cyrene edd.) P. 9.102παῖδα (= Ἀρισταῖον) —, ὃν κλυτὸς Ἑρμᾶς εὐθρόνοις ὥραισι καὶ Γαίᾳ ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει” (byz.: γαἰ, γᾷ codd.) P. 9.60 test., Σ. Aesch. Eum. 2: Πίνδαρός φησι πρὸς βίαν κρατῆσαι Πυθοῦς τὸν Ἀπόλλωνα. διὸ καὶ ταρταρῶσαι ἐζήτει αὐτὸν ἡ Γῆ fr. 55.

Lexicon to Pindar. . 2010.

Игры ⚽ Нужно решить контрольную?

Share the article and excerpts

Direct link
Do a right-click on the link above
and select “Copy Link”